Add parallel Print Page Options

19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [a]καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ [b]αὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν [c]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [d]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ [e]ἡμίσιά [f]μου τῶν ὑπαρχόντων, κύριε, [g]τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς [h]εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [i]Πραγματεύσασθε [j]ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς [k]δεδώκει τὸ ἀργύριον, ἵνα [l]γνοῖ τί [m]διεπραγματεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου [n]δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [o]Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· [p]Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ [q]ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ [r]ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [s]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [t]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [u]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [v]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [w]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [x]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [y]αὐτοὺς ἔμπροσθέν μου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 καλούμενος WH Treg RP NA ] – NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 αὐτὸς WH Treg NIV ] οὗτος ἦν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NIV ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 δεδώκει WH Treg NIV ] ἔδωκεν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 γνοῖ WH Treg NIV ] γνῷ τίς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 διεπραγματεύσαντο WH Treg NIV ] διεπραγματεύσατο RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:16 δέκα προσηργάσατο WH Treg NIV ] προσηργάσατο δέκα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 Εὖγε WH Treg NIV ] Εὖ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NIV ] Κύριε ἡ μνᾶ σου RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:19 ἐπάνω γίνου WH NIV ] γίνου ἐπάνω Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:20 WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP